Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.152 Joseph. AJ 7.157 (English) >>Joseph. AJ 7.161

7.155τῇ δʼ ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου. 7.156ταραττομένων δʼ αἰσθόμενος τῶν οἰκετῶν βασιλεὺς καὶ ταῦτα πασχόντων, μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει, συνεὶς ὅτι τέθνηκεν παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ παραγίνεται, 7.157καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθʼ ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν εἰπεῖν τῶν γεγενημένων. 7.158 δὲ ἀμαθεῖς εἰπὼν αὐτοὺς ἐδίδασκεν, ὡς ἔτι μὲν ζῶντος τοῦ παιδὸς ἔχων ἐλπίδα σωτηρίας αὐτοῦ δεόντως πάντʼ ἐποίει τὸν θεὸν ἡγούμενος τούτοις εὐμενῆ καταστήσειν, ἀποθανόντος δʼ οὐκέτι χρείαν εἶναι λύπης ματαίας. ταῦτʼ εἰπόντος ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ βασιλέως. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ γεννησαμένης ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτως Νάθα τοῦ προφήτου κελεύσαντος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.152 Joseph. AJ 7.157 (English) >>Joseph. AJ 7.161

Powered by PhiloLogic